Bible & CanonsA research library with ArxoSources & method ↗

Canons

Ephesus

Greek source · CANONS_EPHESUS_EL · 8 retained records. Read the named edition and inspect its linked formal models.

Open interactive reader ↗
Ἐπειδὴ ἐχρῆν καὶ τοὺς ἀπολειφθέντας τῆς ἁγίας συνόδου, καὶ μείναντας κατὰ χώραν, ἢ πόλιν, διά τινα αἰτίαν, ἢ ἐκκλησιαστικήν, ἢ σωματικήν, μὴ ἀγνοῆσαι τὰ ἐν αὐτῇ τετυπωμένα, γνωρίζομεν τῇ ὑμετέρᾳ ἁγιότητι καὶ ἀγάπη, ὅτι περ, εἴ τις μητροπολίτης τῆς ἐπαρχίας, ἀποστατήσας τῆς ἁγίας καὶ οἰκουμενικὴς συνόδου, προσέθετο τῷ τῆς ἀποστασίας συνεδρίῳ, ἢ μετὰ τοῦτο προστεθείη, ἢ τὰ Κελεστίου ἐφρόνησεν, ἢ φρονήσει, οὗτος κατὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων διαπράττεσθαί τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς κοινωνίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς συνόδου ἐκβεβλημένος, καὶ ἀνενέργητος ὑπάρχων. Ἀλλὰ καὶ αὐτοῖς τοῖς τῆς ἐπαρχίας ἐπισκόποις, καὶ τοῖς πέριξ μητροπολίταις, τοῖς τὰ τῆς ὀρθοδοξίας φρονοῦσιν, ὑποκείσεται εἰς τὸ πάντη καὶ τοῦ βαθμοῦ τῆς ἐπισκοπῆς ἐκβληθῆναι.
3 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

ActAfterJoiningSchismMetropolitanIsDeprivedOfHisSeeReturningMetropolitanIsUseless
Εἰ δέ τινες ἐπαρχιῶται ἐπίσκοποι ἀπελείφθησαν τῆς ἁγίας συνόδου, καὶ τῇ ἀποστασίᾳ προσετέθησαν, ἢ προστεθῆναι πειραθεῖεν, ἢ καὶ ὑπογράψαντες τῇ Νεστορίου καθαιρέσει, ἐπαλινδρόμησαν πρὸς τὸ τῆς ἀποστασίας συνέδριον· τούτους πάντη κατὰ τὸ δόξαν τῇ ἁγίᾳ συνόδῳ ἀλλοτρίους εἶναι τῆς ἱερωσύνης, καὶ τοῦ βαθμοῦ ἐκπίπτειν.
2 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

ReturningBishopsAreStrangersOfThePriesthoodReturningBishopsFallFromEpiscopate
Εἰ δέ τινες τῶν ἐν ἑκάστῃ πόλει, ἢ χώρᾳ κληρικῶν, ὑπὸ τοῦ Νεστορίου, καὶ τῶν σὺν αὐτῷ ὄντων, τῆς ἱερωσύνης ἐκωλύθησαν διὰ τὸ ὀρθῶς φρονεῖν, ἐδικαιώσαμεν καὶ τούτους τὸν ἴδιον ἀπολαβεῖν βαθμόν. Κοινῶς δὲ τοὺς τῇ ὀρθοδόξῳ καὶ οἰκουμενικῇ συνόδῳ συμφρονοῦντας κληρικούς, κελεύομεν τοῖς ἀποστατήσασιν, ἢ ἀφισταμένοις ἐπισκόποις, μηδόλως ὑποκεῖσθαι κατὰ μηδένα τρόπον.
3 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

OrthodoxClericsAreUnderNoJurisdictionPutOrthodoxClericsUnderSchismaticsWrongedClericsMayReceiveTheirRankAgain
Εἰ δέ τινες ἀποστατήσαιεν τῶν κληρικῶν, καὶ τολμήσαιεν ἢ κατ’ ἰδίαν, ἢ δημοσίᾳ, τὰ Νεστορίου, ἢ τὰ Κελεστίου φρονῆσαι, καὶ τούτους εἶναι καθῃρημένους ὑπὸ τῆς ἁγίας συνόδου δεδικαίωται.
1 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

ClericJoiningSchismIsDeposed
Ὅσοι δὲ ἐπὶ ἀτόποις πράξεσι κατεκρίθησαν ὑπὸ τῆς ἁγίας συνόδου, ἢ ὑπὸ τῶν οἰκείων ἐπισκόπων, καὶ τούτοις ἀκανονίστως, κατὰ τὴν ἐν ἅπασιν ἀδιαφορίαν αὐτοῦ, ὁ Νεστόριος, καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες, ἀποδοῦναι ἐπειράθησαν, ἢ πειραθεῖεν, κοινωνίαν, ἢ βαθμόν, ἀνωφελήτους εἶναι, καί μένειν οὐδὲν ἦττον καθῃρημένους ἐδικαιώσαμεν.
1 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

EcclesialActsOfTheCondemnedAreFruitless
Ὁμοίως δὲ καὶ εἴ τινες βουληθεῖεν, τὰ περὶ ἑκάστου πεπραγμένα ἐν τῇ ἁγίᾳ συνόδῳ, τῇ ἐν Ἐφέσῳ, οἰῳδήποτε τρόπῳ παρασαλεύειν, ἡ ἁγία σύνοδος ὥρισεν, εἰ μὲν ἐπίσκοποι εἶεν, ἢ κληρικοί, τοῦ οἰκείου παντελῶς ἀποπίπτειν βαθμοῦ· εἰ δὲ λαϊκοί, ἀκοινωνήτους ὑπάρχειν.
3 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

CouncilDecisionsAreShakenShakeTheSynodDecisionShakingTheSynodDecisionIsNotAdmissible
Τούτων ἀναγνωσθέντων, ὥρισεν ἡ ἁγία σύνοδος, ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, ἤγουν συγγράφειν, ἢ συντιθέναι, παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων Πατέρων, τῶν ἐν τῇ Νικαέων συναχθέντων πόλει, σὺν ἁγίῳ Πνεύματι. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἢ γοῦν προκομίζειν, ἢ προφέρειν τοῖς θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, ἢ ἐξ ἑλληνισμοῦ, ἢ ἐξ ἰουδαϊσμοῦ, ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν· τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι, ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς, καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαϊκοὶ εἶεν ἀναθεματίζεσθαι. Κατὰ τὸν ἴσον δὲ τρόπον, εἰ φωραθεῖεν τινες, εἴτε ἐπίσκοποι, εἴτε κληρικοί, εἴτε λαϊκοὶ ἢ φρονοῦντες, ἢ διδάσκοντες τὰ ἐν τῇ προκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου τοῦ πρεσβυτέρου, περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα τοῦ Νεστορίου δόγματα, ἃ καὶ ὑποτέτακται, ὑποκείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου· ὥστε δηλονότι, τὸν μὲν ἐπίσκοπον, ἁπαλλοτριούσθαι τῆς ἐπισκοπῆς, καὶ εἶναι καθῃρημένον· τὸν δὲ κληρικόν, ὁμοίως ἐκπίπτειν τοῦ κλήρου· εἰ δὲ λαϊκός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω, καθὰ προείρηται.
4 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

BishopsTeachingOtherCreedFallFromEpiscopateLaymenTeachingOtherCreedAreAnathematisedNoOtherCreedMayBeTaughtTeachAnotherCreed
Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῶν ἁγίων Ἀποστόλων καινοτομούμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον, προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος, καὶ οἱ σῦν αὐτῷ θεοφιλέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας, Ζήνων καὶ Εὐάγριος. Ὅθεν, ἐπειδὴ τὰ κοινὰ πάθη μείζονος δεῖται τῆς θεραπείας, ὡς καὶ μείζονα τὴν βλάβην φέροντα, καὶ μάλιστα εἰ μηδὲ ἔθος ἀρχαῖον παρηκολούθησεν, ὥστε τὸν ἐπίσκοπον τῆς Ἀντιοχέων πόλεως τὰς ἐν Κύπρῳ ποιεῖσθαι χειροτονίας, καθὰ διὰ τῶν λιβέλλων καὶ τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐλαβέστατοι ἄνδρες, οἱ τὴν πρόσοδον τῇ ἁγίᾳ συνόδῳ ποιησάμενοι, ἔξουσι τὸ ἀνεπηρέαστον καὶ ἀβίαστον οἱ τῶν ἁγίων ἐκκλησιῶν, τῶν κατὰ τὴν Κύπρον, προεστῶτες, κατὰ τοὺς κανόνας τῶν ὁσίων Πατέρων, καὶ τὴν ἀρχαίαν συνήθειαν, δι' ἑαυτῶν τάς χειροτονίας τῶν εὐλαβεστάτων ἐπισκόπων ποιούμενοι· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων διοικήσεων, καὶ τῶν ἁπανταχοῦ ἐπαρχιῶν παραφυλαχθήσεται· ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπαρχίαν ἑτέραν, οὐκ οὖσαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτοῦ, ἢ γοῦν τῶν πρὸ αὐτοῦ χεῖρα καταλαμβάνειν ἀλλ’ εἰ καί τις κατέλαβε, καὶ ὑφ’ἑαυτὸν πεποίηται, βιασάμενος, ταύτην ἀποδιδόναι· ἵνα μὴ τῶν Πατέρων οἱ κανόνες παραβαίνωνται, μηδὲ ἐν ἱερουργίας προσχήματι, ἐξουσίας τύφος κοσμικῆς περεισδύηται, μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν ἀπολέσαντες, ἢν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. Ἔδοξε τοίνυν τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ, σῴζεσθαι ἑκάστῃ ἐπαρχίᾳ καθαρᾷ καὶ ἀβίαστα τὰ αὐτῇ προσόντα δίκαια ἐξ ἀρχῆς καὶ ἄνωθεν, κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος ἑκάστου μητροπολίτου τὰ ἴσα τῶν πεπραγμένων πρὸς τὸ οἰκεῖον ἀσφαλὲς ἐκλαβεῖν. Εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προσκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγίᾳ πάσῃ καὶ οἰκουμενικῇ συνόδῳ. Τῆς αὐτῆς ἁγίας καὶ Οἰκουμενικῆς τρίτης Συνόδου ἐπιστολὴ πρὸς τὴν ἐν Παμφυλία εὐαγῆ Σύνοδον ὑπὲρ Εὐσταθίου τοῦ γενομένου αὐτῶν Μητροπολίτου. «Μετὰ βουλῆς πάντα ποίει, τῆς Θεοπνεύστου λεγούσης Γραφῆς, ἐχρῆν δὴ μάλιστα τοὺς ἱερᾶσθαι λαχόντας μετὰ πάσης ἀκριβείας τὴν ἐφ’ ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι διάσκέψιν. Διαβιοῦν γὰρ οὕτως ἐθέλουσιν, ἐν καλῷ τῆς ἐλπίδος κεῖσθαι τὰ κατ’ αὐτούς, καὶ οἷον ἐξ οὐρίας ἐν τοῖς κατ’ εὐχὴν ἀποφέρεσθαι, συμβαίνει, καὶ πολὺ τό γε εἰκὸς ὁ λόγος ἔχει. Ἀλλ’ οἶδεν ἐσθ’ ὅτε, δριμεῖα, καὶ ἀφόρητος λύπη κατασκήψασα νοῦ, καταθολῶσαί τε δεινῶς αὐτόν, καὶ τῆς τῶν δεόντων ἀποκομίσαι θήρας, ἀνάπεισαί τε τὸ πεφυκὸς ἀδικεῖν, ὥς τι τῶν ὀνησιφόρων ἰδεῖν. Τοιοῦτον τι πεπονθότα τεθεάμεθα τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Εὐστάθιον. Κεχειροτόνηται μὲν γάρ, ὡς μεμαρτύρηται, κανονικῶς• τεθορυβημένος δέ, ὥς φησι, παρὰ τινων καὶ ἀδοκήτοις περιστάσεσιν ἐμβεβηκός, εἶτα ἐκ πολλῆς ἄγαν ἀπραγμοσύνης ἀπειρηκὼς τὴν ἀντίστασιν τῶν ἐπενηνεγμένων αὐτῷ φροντίδων καὶ διακρούεσθαι τάς παρὰ τῶν ἐπιφυομένων αὐτῷ δυσφημίας δυνάμενος, παραιτήσεως, οὐκ ἴσμεν ὅπως, προεκόμισε βιβλίον. Ἔδει γὰρ ὡς ἅπαξ ἐγκεχειρισμένον ἱερατικὴν φροντίδα, ταύτης ἔχεσθαι μετ’ εὐρωστίας πνευματικῆς, καὶ οἷον ἀνταποδύεσθαι τοῖς πόνοις, καὶ ἱδρῶτα τὸν ἔμμισθον ἐθέλοντι ὑπομεῖναι. Ἐπειδὴ δὲ ἅπαξ ὀλιγόρως ἔχοντα παρέδειξεν ἑαυτόν, τοῦτο παθῶν ἐξ ἀπραγμοσύνης μᾶλλον, ἢ ὄκνου καὶ ῥᾳθυμίας, κεχειροτόνηκεν ἀναγκαίως ἡ ὑμετέρα θεοσέβεια τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν, καὶ συνεπίσκοπον Θεόδωρον, φροντιοῦντα τῆς Ἐκκλησίας. Οὐ γὰρ ἢν ἀκόλουθον χηρεύειν αὐτήν, καὶ ἐπιστάτου δίχα διατελεῖν τοῦ Σωτῆρος τὰ ποίμνια. Ἐπειδὴ δὲ προσῆλθε κλαίων, οὐ περὶ τῆς πόλεως, οὐδὲ τῆς Ἐκκλησίας φιλονεικῶν τῷ μνημονευθέντι θεοσεβεστάτω Ἐπισκόπῳ Θεοδώρῳ• ἐξαιτῶν δὲ τέως τήν τοῦ Ἐπισκόπου τιμὴν καὶ κλῆσιν, συνηλγήσαμεν ἅπαντες τῷ Πρεσβύτῃ, καὶ κοινὸν εἶναι λογισάμενοι τὸ αὐτοῦ δάκρυον, ἐσπεύδομεν μαθεῖν, εἰ καθαίρεσιν ἔννομον ὑπομεμένηκεν ὁ μνημονευθείς, ἡ γοῦν ἐπὶ τισι τῶν ἀτόπων ἐλήλεκται παρὰ τινων, καταφλυαρησάντων αὐτοῦ τῆς ὑπολήψεως, καὶ δὴ ἐμάθομεν πεπρᾶχθαι μὲν τοιοῦτον οὐδέν, γενέσθαι δὲ μᾶλλον τῷ μνημονευθέντι ἀντὶ ἐγκλήματος τὴν παραίτησιν. Ὅθεν οὐδὲ τῇ ὑμετέρᾳ θεοσεβείᾳ ἐμεμψάμεθα χειροτονησάσῃ δεόντως εἰς τὸν αὐτοῦ τόπον τὸν μνημονευθέντα εὐλαβέστατον Ἐπίσκοπον Θεόδωρον. Ἐπειδὴ δὲ τῇ ἀπραγμοσύνῃ τοῦ ἀνδρὸς οὐ σφόδρα φιλονεικεῖν ἀκόλουθον, ἔδει δὲ μᾶλλον ἐλεῆσαι πρεσβύτην, ἔξω καὶ πόλεως τῆς ἐνεγκούσης αὐτόν, καὶ πατρώων ἐνδιαιτημάτων ἐν μακροῖς οὕτω γεγονότα χρόνοις, ἐδικαιώσαμεν καὶ ὡρίσαμεν δίχα πάσης ἀντιλογίας ἔχειν αὐτόν, τό, τὲ τῆς Ἐπισκοπῆς ὄνομα, καὶ τὴν τιμὴν καὶ κοινωνίαν. Οὕτω μέντοι, ὥστε μὴ χειροτονεῖν αὐτὸν μήτε μὴν ἐκκλησίαν καταλαβόντα ἱερουργεῖν ἐξ ἰδίας αὐθεντίας, ἀλλ’ εἰ ἄρα συμπαραλαμβανόμενον, εἴτουν ἐπιτρεπόμενον, εἰ τύχοι, παρὰ ἀδελφοῦ καὶ συνεπισκόπου, κατὰ διάθεσιν καὶ ἀγάπην τὴν ἐν Χριστῷ. Εἰ δέ τι βουλεύσησθε χρηστότερον ἐπ’ αὐτῷ, ἢ νῦν, ἢ εἰς τὸ μετὰ ταῦτα ἀρέσει καὶ τοῦτο τῇ ἁγίᾳ Συνόδῳ. Ἐ ρ μ η ν ε ί α Ὁ Εὐστάθιος οὗτος, περὶ οὗ λέγει ἡ παροῦσα ἐπιστολή, Ἐπίσκοπος ἦτο τῆς Παμφυλίας, ἥτις ἐστὶν ἐπαρχία τῆς Ἀτταλείας. Πεσὼν δὲ εἰς τάς φροντίδας καὶ ὑποθέσεις τῆς Ἐπισκοπῆς, καὶ ἀποκαμὼν διὰ τὴν μικροψυχίαν καὶ ἀπειρίαν ὅπου εἶχε τῶν τῆς Ἐπισκοπῆς πραγμάτων καὶ πειρασμῶν, ἐποίησεν ἐγγράφως παραίτησιν, ὅθεν εἰς τὸν τόπον αὐτοῦ ἐχειροτόνησεν ἄλλον ἡ ἐκείσε Σύνοδος. Οὗτος λοιπὸν μετὰ ταῦτα ἦλθεν εἰς τὴν ἁγίαν ταύτην καὶ Οἰκουμενικὴν Σύνοδον μετὰ δακρύων, ζητῶν, ὄχι τὴν Ἐπισκοπὴν ὅπου παρῄτησεν, ἀλλὰ τὸ νά ἔχῃ τὴν τιμὴν καὶ τὸ ὄνομα τοῦ Ἐπισκόπου. Ἡ δὲ Σύνοδος συναλγήσασα, καὶ συμπονέσασα τοῦτον, τοῦτο μὲν διὰ τὸ γῆρας αὐτοῦ καὶ τὰ δάκρυα, καὶ τὴν ἀποξένωσιν τῆς πατρίδος, καὶ τῶν πατρικῶν αὐτοῦ οἰκῶν, ἑξαιρέτως δέ, καὶ μάλιστα, διὰ τί, ὄχι διὰ τίνα κακίαν τοῦ καθαιρεθεὶς παρῃτήσατο, ὄχι διὰ ἀμέλειάν του καὶ ῥᾳθυμίαν (δι’ ὅτι ἂν ταῦτα ἢθελαν ἀκολουθήσει, βεβαιότατα δέν ἤθελε ἐλεήσει ποτὲ ἡ Σύνοδος, οὐδὲ ψιλὸν τὸ ὄνομα τοῦ Ἐπισκόπου ἤθελε δώσει εἰς αὐτόν), ἀλλὰ διὰ τὴν μικροψυχίαν του καὶ ἀνεπιτηδειότητα εἰς τὰ πράγματα, ὥρισε νά ἔχῃ καὶ τὸ ὄνομα τοῦ Ἐπισκόπου, ἢγουν τὸ νά λέγεται Ἐπίσκοπος, καὶ τὴν τιμήν, ἤτοι τὸ νά συγκάθηται μὲ τοὺς Ἐπισκόπους, καὶ τὴν κοινωνίαν, ἢγουν τὸ νά συμμετελαμβάνη, καὶ νά συλλειτουργῆ, καὶ νά συγχειροτονῆ μετὰ Ἐπισκόπων, ὄχι ὅμως αὐτὸς ἀπὸ λόγου του, ἀλλὰ μὲ τὴν ἄδειαν καὶ ἐπιτροπὴν τοῦ κατὰ τόπον Ἐπισκόπου. Λέγει δὲ πρὸς τούτοις εἰς τοὺς Παμφυλίας Ἐπισκόπους ἡ Σύνοδος, πώς, ὅτι ἄλλο στοχασθοῦν καλλίτερον καὶ ἀνώτερον διὰ νά δώσουν εἰς τὸν Εὐστάθιον, ἢ τώρα ἢ μετὰ ταῦτα, θέλει ἀρέσει τοῦτο καὶ εἰς αὐτήν. Τοῦτο δὲ δέν εἶναι ἄλλο, καθὼς ἑρμηνεύει ὁ Ἀνώνυμος ἐξηγητής, πάρεξ, τὸ νά τὸν καταστήσουν Ἐπίσκοπον εἰς καμίαν σχολάζουσαν ἐπαρχίαν.
4 retained model references

References may include alternative or legacy models. Their presence does not assert normative completeness.

BishopMayNotOrdainInAnotherProvinceEachProvinceKeepsItsOwnOrdinationsMetropolisKeepsItsRightsOrdainInAnotherProvince